Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.124.2 Hdt. 8.126.2 (English) >>Hdt. 8.128.1

8.125.2 δέ, ἐπείτε οὐκ ἐπαύετο λέγων ταῦτα Τιμόδημος, εἶπε· “οὕτω ἔχει τοι· οὔτʼ ἂν ἐγὼ ἐὼν Βελβινίτης ἐτιμήθην οὕτω πρὸς Σπαρτιητέων, οὔτʼ ἂν σὺ, ὤνθρωπε, ἐὼν Ἀθηναῖος.” ταῦτα μέν νυν ἐς τοσοῦτο ἐγένετο.

ch. 126 8.126.1 Ἀρτάβαζος δὲ Φαρνάκεος ἀνὴρ ἐν Πέρσῃσι λόγιμος καὶ πρόσθε ἐών, ἐκ δὲ τῶν Πλαταιικῶν καὶ μᾶλλον ἔτι γενόμενος, ἔχων ἓξ μυριάδας στρατοῦ τοῦ Μαρδόνιος ἐξελέξατο, προέπεμπε βασιλέα μέχρι τοῦ πόρου. 8.126.2 ὡς δὲ μὲν ἦν ἐν τῇ Ἀσίῃ, δὲ ὀπίσω πορευόμενος κατὰ τὴν Παλλήνην ἐγίνετο, ἅτε Μαρδονίου τε χειμερίζοντος περὶ Θεσσαλίην τε καὶ Μακεδονίην καὶ οὐδέν κω κατεπείγοντος ἥκειν ἐς τὸ ἄλλο στρατόπεδον, οὐκ ἐδικαίου ἐντυχὼν ἀπεστεῶσι Ποτιδαιήτῃσι μὴ οὐκ ἐξανδραποδίσασθαι σφέας. 8.126.3 οἱ γὰρ Ποτιδαιῆται, ὡς βασιλεὺς παρεξεληλάκεε καὶ ναυτικὸς τοῖσι Πέρσῃσι οἰχώκεε φεύγων ἐκ Σαλαμῖνος, ἐκ τοῦ φανεροῦ ἀπέστασαν ἀπὸ τῶν βαρβάρων· ὣς δὲ καὶ οἱ ἄλλοι οἱ τὴν Παλλήνην ἔχοντες.

ch. 127 8.127.1 ἐνθαῦτα δὴ Ἀρτάβαζος ἐπολιόρκεε τὴν Ποτίδαιαν. ὑποπτεύσας δὲ καὶ τοὺς Ὀλυνθίους ἀπίστασθαι ἀπὸ βασιλέος, καὶ ταύτην ἐπολιόρκεε· εἶχον δὲ αὐτὴν Βοττιαῖοι ἐκ τοῦ Θερμαίου κόλπου ἐξαναστάντες ὑπὸ Μακεδόνων. ἐπεὶ δὲ σφέας εἷλε πολιορκέων, κατέσφαξε ἐξαγαγὼν ἐς λίμνην, τὴν δὲ πόλιν παραδιδοῖ Κριτοβούλῳ Τορωναίῳ ἐπιτροπεύειν καὶ τῷ Χαλκιδικῷ γένεϊ, καὶ οὕτω Ὄλυνθον Χαλκιδέες ἔσχον.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.124.2 Hdt. 8.126.2 (English) >>Hdt. 8.128.1

Powered by PhiloLogic